Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 25.69 Dem. 25.73 (English) >>Dem. 25.75

25.71οὐ γάρ, εἰ μὴ πᾶν ὅσον ὦφλεν ὀφείλει, νῦν κρίσις οὐδʼ λόγος, ἀλλʼ εἰ ὀφείλει. δεινά γʼ ἂν πάθοιεν οἱ δραχμὴν ἐγγεγραμμένοι μόνην, εἰ, διότι μικρὰ καὶ οὐδὲν ἠδικήκασιν, ἰσχύσει τὸ ὀφείλειν κατʼ αὐτῶν· ἐὰν δέ τις μεγάλʼ ἠδικηκὼς , μίαν θεὶς δύο καταβολὰς ἐπίτιμος ἔσται. ἔτι τοίνυν τρίʼ ἐστὶν τὰ ὀφλήμαθʼ ἐγγέγραπται καὶ ἐφʼ οἷς ἐνδέδεικται. τὰ μὲν δὴ δύʼ ἐν ἀπογραφῇ πεποίηται, τὸ δʼ ἓν οὐδʼ ἀπογέγραπται, ἀλλὰ βουλεύσεως τὸν Ἀλωπεκῆθεν Ἀρίστωνα διώκει. 25.72ναί, φησίν· ἀδίκως γάρ μʼ ἐγγέγραφεν. δεῖ δή σε, ὡς ἔοικεν, δίκην λαβεῖν. οὐκοῦν ὑποσχεῖν πρῶτον καὶ μεῖναι ἐν οἷς πέπονθας ἀνάγκη. τίνος λήψει δίκην; εἰ γὰρ ἔξεστί σοι πάνθʼ ἅπερ τοῖς ἄλλοις, τί ἠδίκησαι; 25.73φέρε δὴ πρὸς θεῶν κἀκεῖνο σκέψασθε. ἂν ἕλῃ τὸν Ἀρίστωνα τῆς βουλεύσεως, τί ἔσται; ἐξαλειφθήσεται νὴ Δία, δʼ ἀντεγγραφήσεται· ταῦτα γὰρ οἱ νόμοι λέγουσιν. καλῶς. πότερον οὖν ἀπὸ ταύτης τῆς ἡμέρας ὁδὶ μὲν ὀφειλήσει τῷ δημοσίῳ, ἐξαλειφθείς, ἐκεῖνος δʼ ἐπίτιμος ἔσται, ἐγγραφείς; ἐκ γὰρ ὧν νῦν ὅδʼ ἀξιοῖ, ταῦτα συμβαίνει· εἰ γὰρ ὅτʼ ἐγγέγραπται μὴ ὀφείλει, ἐπειδὰν ἐξαλειφθῇ, ὀφειλήσει δηλονότι. ἀλλʼ οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν, ἀλλʼ ὅταν ἐξαλειφθῇ, τότʼ οὐκ ὀφειλήσει· οὐκοῦν νῦν ὀφείλει.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 25.69 Dem. 25.73 (English) >>Dem. 25.75

Powered by PhiloLogic